Προσευχή υπέρ υγείας να την χαρίζει ο Θεός

Προσευχή υπέρ υγείας να την χαρίζει ο Θεός

Προσευχή: Να μας χαρίζει ο Θεός υγεία

Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς ουρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Προσευχή υπέρ υγείας να την χαρίζει ο Θεός

Η συνέχεια της προσευχής

Δέσποτα παντοκράτορ,

Η είδηση της ημέρας

ιατρέ ψυχών και σωμάτων,

ο ταπεινών και ανυψών,
παιδεύων και πάλιν ιώμενος,
τους ασθενούντας αδελφούς ημών επίσκεψαι εν τω ελέει σου.

Έκτεινον τον βραχίονά σου,
τον πλήρη ιάσεως και θεραπείας,
και ίασαι αυτούς,
εξανιστών από κλίνης και αρρωστίας.
Επιτίμησον τω πνεύματι της ασθενείας.

Απόστησον απ’ αυτών πάσαν πληγήν,
πάσαν αλγηδόνα,
πάσαν μάστιγα,
πάντα πυρετόν ή ρίγος.
Και ει τι έστιν εν αυτοίς πλημμέλημα ή ανόμημα,
άνες, άφες,
συγχώρησον δια την σην φιλανθρωπίαν.

Ναι, Κύριε, φείσαι των πλασμάτων σου, εν Χριστώ Ιησού τω Κυρίω ημών, μεθ’ ου ευλογητός ει, συν τω παναγίω και αγαθώ και ζωοποιώ σου Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.

Προτεινόμενα